Ancient Greek · ~3 min
ΨΑΛΜΟΣ ΙϚ´
Origen, Selecta in Psalmos [Dub.] 18
Not analysed yet
Κάμε, ἀπὸ ὀλλίγων ἀπὸ γῆς διαμέρισον αὐτοὺς ἐν τῇ ζωῇ αὐτῶν, καὶ τῶν κεκρυμμένων σου ἐπλήσθη ἡ γαστὴρ αὐτῶν, κ. τ. ἑ. Διαμέρισον, ἵνα μὴ (55) ὁμονοῶσι. «Καὶ τῶν κεκρυμμένων σου ἐπλήσθη ἡ γαστὴρ αὐτῶν. »Ὅταν οἱ ἐχθροὶ τοῦ Εὐσγγελίου φιλοσοφοῦντες μεγάλα καὶ ἐπιτετευγμένα λέγωσι δόγματά ποτε, ἐρεῖς τῷ Θεῷ· «Τῶν κεκρυμμένων σου ἐπλήσθη ἡ γαστὴρ αὐτῶν, »ἅτινα τάχα ἀναφέρουσιν, ἐπεὶ ᾕδεισαν αὐτά· καὶ τοὺς τύπους αὐτῶν ἀμαυροὺς ἔχοντες, ταῖς ἀσκήσεσι καὶ ζητήσεσιν ἐλάμπρυναν. Ἕτερος δέ φησιν· «Ἡ μερὶς αὐτῶν ἐν τοῖς ζῶσιν. »Ἡ γὰρ πᾶσα κληρονομία τῶν ἐχθρῶν τοῦ Θεοῦ ἐν τῇ παρούσῃ ζωῇ, ἐν ᾗ καὶ ἐπλήσθησαν πάσης τρυφῆς.