Ancient Greek · ~2 min
19 to 20
Origen, Selecta in Psalmos [Dub.] 19-20
Not analysed yet
Ἐχορτάσθησαν υἱῶν, καὶ ἀφῆκαν τὰ κατάλοιπα τοῖς νηπίοις αὐτῶν, κ. τ. ἑ. Τῶν ἰδίων γεννημάτων (56) ἐχορτάσθησαν, ὧν λείψανα τοῖς ἑαυτῶν νηπίοις καταλελοίπασι. Τοῦτο γὰρ καὶ ἐν ἀραῖς Λευῖτικοῦ πρόσκειται· «Φάγεσθε τὰς σάρκας τῶν υἱῶν μῶν. »Τοῦ αὐτοῦ. Υἱῶν ἀντὶ τοῦ (57), ἀκαθαρσίας. Θὐ μόνον δὲ αὐτοὶ γεγόνασιν ἀκάθαρτοι, ἀλλὰ καὶ τοῖς τέκνοις αὐτῶν τῆς ἀκαθαρσίας μετέδωκαν. Οὐ γὰρ τελείων τὸ ἀκάθαρτα τῶν καθαρῶν προκρίνειν.