Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ ΡΙΖ΄.
Origen, Selecta in Psalmos [Dub.] 18-6
Not analysed yet
Εὐλογημένος ὁ ἐρχόμενος ἐν· ὀνόματι Κυρίου, κ. τ. ἑ. Καὶ ταύτην τὴν φωνὴν οἱ εὐαγγελισταὶ περὶ Χριστοῦ προφητείαν εἶναι ἐξειλήφασιν· αὐτὸς γὰρ ἀληθῶς ἐστιν ὁ αὐθεντικῶς καὶ ἐν ὀνόματι τοῦ Κυ ρίου ἐρχόμενος, πάντων τῶν παρʼ αὐτοῦ ἀνδρῶν ὁμοῦ καὶ ἀγγέλων ἐληλυθότων ὡς Κυρίου δούλων. Ἀμέλει τάδε λέγει Κύριος, ἕκαστος ἔφη· καὶ ἕκαστος τῶν ἀγγέλων φησὶ πρὸς ὅν ἔρχεται· Ὁ Κύριος ἀπέστειλέ με. Ἀλλʼ αὐτὸς ὁ ἐν ὀνόματι Κυρίου ἐρχόμενος εὐλογημένος ἐστί.