Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ ΡΙΖ΄.
Origen, Selecta in Psalmos [Dub.] 19-4
Not analysed yet
Θεὸς Κύρος καὶ ἐπέφανεν ἡμῖν, κ. τ. ἑ. Τὸ γὰς ἐλθεῖν αὐτὸν οὐ τόπον ἐστὶν ἀμεῖψαι, ἀλλʼ ἐπιφανῆναι, πρότερον οὐχ ὁρώμενον· ὑπάρχων γὰρ ἀόρατε. τῷ εἶναι εἰκὼν Θεοῦ ἀοράτου, μορφὴν δούλου λαβὼν, καὶ γενόμενος ὁ Λόγος σὰρξ ὤφθη, ἵνʼ, οὕτω φανεὶς, χειραγωγήσῃ ἡμᾶς διὰ ταύτης τῆς κατανοήσεως εἰς τὸ καὶ τὴν δόξαν αὐτοῦ θεάσασθαι, «δόξαν ὡς Μονογενοῦς παρὰ Πατρὸς, πλήρης χάριτος καὶ ἀληθείας. »