Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ ΙΠ΄
Origen, Selecta in Psalmos [Dub.] 2-14
Not analysed yet
Τοῦ αὐτοῦ. Οὕτε γὰρ γῆ (12), οὕτε ὁ ἐκ γῆς χοῖκὸς διηγήσασθαι δύναται δόξαν Θεοῦ. «Ὁ γὰρ ὢν ἐκ τῆς γῆς ἐκ τῆς γῆς λαλεῖ. Τάχα δὲ οὐρανοί εἰσιν οἱ τοῦ οὐρανίου τὴν εἰκόνα φοροῦντες, οἵτινες διηγοῦνται δόξαν Θεοῦ. Εἰσὶ δὲ καὶ οὐρανοὶ ποίημα χειρῶν Θεοῦ. Τήρει δὲ διαφορὰν, τὸ μὲν διηγεῖσθαι ἐπὶ τῶν οὐρανῶν κείμενον, τὸ δὲ ἀναγγέλλειν ἐπὶ τοῦ στερεώματος εἰρημένον.