Ancient Greek · ~3 min
ΨΑΛΜΟΣ ΙΠ΄
Origen, Selecta in Psalmos [Dub.] 1-19
Not analysed yet
Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποέησιν δέ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα, κ. τ. ἑ. Ε: οἱ οὐρανοὶ (11) διηγοῦνται δόξαν Θεοῦ, οἱ δὲ οὐρανοὶ ἀπολοῦνται · («Οἱ οὐρανοὶ »γὰρ, φησὶν, «ἀπολοῦνται, σὺ δὲ διαμένεις· »)οἱ διηγούμενοι ἆρα τῂν δόξαν τοῦ Θεοῦ ἀπολοῦνται; Ἀλλὰ μὴν οὐδεὶς διηγούμενος τὴν δόξαν τοῦ Θεοῦ ἀπολεῖται· «Τοὺς γὰῳ δοξάζοντάς με, »φησὶν ὁ Θεὸς, «δοξάσω. »Οὐκ ἅρα οἱ οὐρανοὶ ἀπολοῦνται· ἀλλʼ οἱ μὲν διηγούμενει οὐρανοὶ τὴν δόξαν τοῦ Θεοῦ τῆς νοερᾶς εἰσι φύσεως. οὐρανοὶ λεγόμενοι διὰ τὸ ἕχειν ἐν ἑαυτοῖς τὸν τῆς δικαιοσύνης ἥλιον· οἱ δὲ ἀπολλύμενοι οὐρανοὶ τῆς σωματικῆε εἰσιν οὐσίας.