Ancient Greek · ~4 min
ΨΑΛΜΟΣ ΚΓ΄.
Origen, Selecta in Psalmos [Dub.] 2-17
Not analysed yet
Τοῦ αὐτοῦ. Πρὸ τῆς Χριστοῦ (79) ἐπιδημίας γνωστὸς ἐν τῇ Ἰουδαῖᾳ μόνον ἦν ὁ Θεός· ἐξ οὗ δὲ Χριστὸς ἐπεδήμησε, τοῦ Κυρίου πᾶσα ἡ γῆ. Καὶ πρὶν μὲν τῆς Χριστοῦ ἐπιδημίας οὐκ ἦν εὑρεῖν ἐν πάσῃ τῇ γῇ πλήρωμα, ἀλλʼ ἦν τὰ πλεῖστα τῆς γῆς, εἰ δεῖ οὕτως εἰπεῖν, κενότης· ὅτε δὲ Χριστὸς ἐπεδήμησε, πολλοὶ εἴποιεν ἂν τῶν πεπιστευκότων ἐκ τῶν ἐθνῶν· «Ἐκ τοῦ πληρώματος αὐτοῦ πάντες ἡμεῖς ἐλάβομεν· »καὶ διὰ τοῦτο αὐτοῦ εἶναι πλήρωμα. Οὐ γὰρ οἱ κενοὶ τῆς κατὰ τὸ Εὐαγγέλιον πολιτείας πλήρωμα εἶεν Χριστοῦ. Οὐ μόνον δὲ ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς, ἀλλὰ καὶ ἡ οἰκουμένη. Ἐν ἐρήμῳ κατοικεῖ ὁ ἁμαρτωλὸς, ὁ δὲ ἐν τῇ Ἐκκλησίᾳ τυγχάνων τῇ πεπληρωμένῃ τῆς ἁγίας Τριάδος, οὗτος κατοικεῖ τὴν οἰκουμένην, ἥτις ἐστὶν ἡ Ἐκκλησία, ἐπὶ θαλασσῶν τῶν πειρασμῶν ὑπὸ Κυρίου θεμελιουμένη, καὶ ἐν αὐτοῖς νικῶσα, ἵνα μετὰ τοῦτο ποτιζομένη ἐπὶ ποταμοῦ ἑτοιμασθῇ.