Ancient Greek · ~5 min
ΨΑΛΜΟΣ ΚΓ΄.
Origen, Selecta in Psalmos [Dub.] 3-18
Not analysed yet
Τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ Κυρίου, καὶ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ; κ. τ. ἑ. Σύγτρινον δὲ ταῦτα (80) τῷ, «Κύριε, τίς παροικήσει ἐν ῷ σκηνώματί σου; »καὶ τὰ ἐξῆς· καὶ ὅρα, ὅτι ἐκεῖ κὲν πρότερον παροικήσει ἐν σκηνώματι Κυρίου ὁ οιόσδε, ἔπειτα κατασκηνώσει ἐν ὅρει ἁγίῳ αὐτοῦ· νθάδε δὲ πρότερον ἀναβήσεται εἰς ὄρος Κυρίου ὁ αιόσδε, δεύτερον δὲ στήσεται ἐν τῷ τόπῳ ἁγίῳ αὐτοῦ. Καὶ ὄρος μέν φησι Κυρίου τὸ τελικὸν ἀγαθὸν κὶ τὸν Θεὸν Λόγον· σπάνιος γὰρ ὁ πρὸς τὴν ἀκρώιαν αὐτοῦ διὰ προκοπῆς ἀναβῆναι δυνάμενος· ὁ δὲ λειωθεὶς, μηκέτι περαιτέρω χωρεῖν οἷός τε ὢν, ταται βέβαιος καὶ χρηματίζων ἅγιος τόπος Θεοῦ. πίσω γὰρ Κυρίου πορευόμενος ἀναβαίνει, «τῶν ισθεν ἐπιλανθανόμενος, τοῖς δὲ ἔμπροσθεν ἐπτεινόμενος, »τέλος ἔχων ἀγαθὸν τὸ στῆναι μετὰ Θεὸν τόπῳ ἁγίῳ αὐτοῦ. Εἰ βούλεσθε παράδειγμα λαν ἀπὸ τῶν ἱερῶν γραμμάτων, Μωῦσῆς ἔστη ἐν τῳ ἁγιάσματος τοῦ Θεοῦ· πρὸς ὃν εἶπεν ὁ Θεός· ὺ δὲ αὐτοῦ στῆθι μετʼ ἐμοῦ.» Ἀλλʼ ὅτι ζητεῖς ασμα τοῦ Θεοῦ, ὅπου δεῖ στῆναι· «Καὶ ἔστησεν πέτραν τοὺς πόδας μου, »λέγουσιν οἱ προφῆται, ὶ «πέτρα ἦν ὁ Χριστός.» Μάθωμεν δὲ τίς ἐστιν ῦν ἐπαγγε λιῶν τούτων τευξόμενος.