Ancient Greek
ΨΑΛΜΟΣ ΚΔ΄.
Origen, Selecta in Psalmos [Dub.] 2-18
Not analysed yet
Τὰς ὀδούς σου, Κύριε, γνώρισόν μοι, καὶ τὰς τρίβους σου δίδαβόν με, κ. τ. ἑ. Ὁ θέλων γνῶναι (92) τὰς ὀδοὺς τοῦ Κυρίου γενέσθω πραΰς· «Διδάξει »γὰρ, φησὶ, «πραεῖς ὀδοὺς αὐτοῦ,» τοὺς καταπαύσαντας τὴν ἐν τῇ ψυχῇ ἄπαυστον μάχην θυμοῦ καὶ ἐπιθυμίας καὶ τῶν τούτοις ὑποβεβλημένων παθῶν. Τὸ, «Γνώρισόν μοι, καὶ δίδαξον, »ἐπὶ πράγματα λέγει. Βούλεται γὰρ εἰπεῖν, ὅτι, Ἐν ἀπολαύσει με κατάστησον τῶν πράξεών σου, τουτέστιν, Ἐπάγαγέ με εἰς τὰ οἰκεῖα· ὅθεν ἐπιφέρει· «Ὁδήγησόν με εἰς τὴν ἀλήθειάν σου. »