Ancient Greek
ΨΑΛΜΟΣ ΚΔ΄.
Origen, Selecta in Psalmos [Dub.] 3-19
Not analysed yet
Ἁμαρτίας νεότητός μου καὶ ἀγνοίας μου μὴ νησθῇς, κ. τ. ἑ. Ἐφʼ οἷς γὰρ ἔτι (93) πλημμελεῖ τις οὐκ ἐξομολογτῖται μετανοῶν· ὡς καὶ τὰ ἔα νεότητος ἡμαρτημένα καὶ ἠγνοημένα οὐκέτι ἐνεργείται τῷ τὴν νεότητα διαβεβηκότι. Λέγοι δʼ ἄν τις νεότητος καὶ τὸ τοῦ ἤθους ἄστατον, ὅτε τις ἀγνοῶν ἁμαρτάνει, μέχρι Θεὸς αἴσθησιν τῷ τοιούτῳ χαρίζηται. Εἴρηται γὰρ, «Ἵνα δῷ ἀκάκοις πανουργίαν. Οὐχ ἀρμόττει δὲ ταῦτα τῷ Δαυΐδ, οὗ μηδὲν ἁμάρτημα νεοτητος φέρεται, ἀλλὰ πάντας μᾶλλον διδάσκει τπις περιπεπτωκότας ἁμαρτήμασι νεωτερικοῖς καθάπερ τραύματα παλαιὰ δεικνύναι ταῦτα τῷ δυναμένῳ θεραπεῦσαι διὰ τῆς ἐξομολογήσεως.