Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ ΚΕ΄.
Origen, Selecta in Psalmos [Dub.] 2-19
Not analysed yet
Ὅτι ὁ ἔλεός σου κατέναντι τῶν ὀφθαλμῶν μου ἐστὶ, καὶ εὐηρέστησα ἐν τῇ ἀληθείᾳ σου, κ. τ. ἑ. Ὁ νοῶν (1) τὰ περὶ ἐλέους ταῦτα ἐρεῖ, μεμνημένος τῆς περὶ ἐλέους θεωρίας· Ὁ ἔλεός σου ὁ τεθεωρημένος μοι, τῷ κατέναντι τῶν ὀφθαλμῶν μου εἶναι, συνεργεῖ πρὸς τὸ εὐαρεστῆσαι ἐν τῇ ἀληθείᾳ σου. Κατʼ ἀλήθειαν γὰρ καὶ οὐκ ἐπιπλάστως εὐαρεστεῖν ποιεῖ τὸ τοῦ Θεοῦ ἔλεος. Σοφοῦ γὰρ καὶ θεωροῦντος τὴν ἀλήθειαν ἡ φωνή. Εἶτα τῆς εὐαρεστήσεως τὰ εἴδη διέξεισιν.