Ancient Greek · ~1 min
ΨΑΛΜΟΣ ΚΕ΄.
Origen, Selecta in Psalmos [Dub.] 3-20
Not analysed yet
Τοῦ αὐτοῦ. Εἰ ἡ ἀλήθειά (2) ἐστι Χριστὸς ὁ Θεὸς ἡμῶν, ὡς εἶπεν· «Ἐγώ εἰμι ἡ ἀλήθεια·» ἐν δὲ τῇ ἀληθείᾳ εὐηρέστησε Δαυΐδ τῷ Θεῷ, ἐν τῷ Θεῷ εὐηρέστει ἄρα ὁ Δαυΐδ τῷ Θεῷ. Διὰ τοῦτο, φησὶν, ἔσπευσα εὐαρεστεῖν τῇ ἀληθείᾳ σου, ἀντὶ τοῦ, σοί. Περιφραστικῶς γὰρ τὴν ἀλήθειαν τοῦ Θεοῦ αὐτὸν καλεῖ τὸν Θεόν.