Ancient Greek · ~6 min
ΨΑΛΜΟΣ Ν΄.
Origen, Selecta in Psalmos [Dub.] 2-39
Not analysed yet
Εἰ δέ τῳ βίαιον εἶναι δοκεῖ τὸ ἐκ μέρους μὲν ἱστορίαν ἀλληγορῆσαι, μὴ ἐξομαλίσαι δὲ αὐτὴν, δῆλον ὅτι ταῦτα μὲν μάτην λελέξεται, ἄλλα δὲ εἰς τὸν τόπον ζητητέον· εἰ μὴ ἄρα ἐπὶ πλέον τις βασανίσας τὰ κατὰ τὸν τόπον, εὕροι πάντα ἀποκαταστῆσαι, καὶ τὰ περὶ τὸν ἀναιρεθέντα ἄνδρα, καὶ τὴν δοκοῦσαν αὐτοῦ χρηστότητα· μὴ βουλομένου εἰς τὸν οἶκον αὐτοῦ γενέσθαι καὶ ἀναπαύεσθαι, τοῦ λαοῦ ἐν στρατοπέδῳ τυγχάνοντος καὶ ἀγωνιῶντος. Οὐκ οἶδα δὲ πῶς οἱ φεύγοντες τὴν ἐν τούτοις ἀλληγορίαν, καὶ τὴν λέξιν διʼ ἑαυτὴν ἀναγεγράφθαι νομίζοντες, παραστήσονται τῷ βουλήματι τοῦ ἁγίου Πνεύματος πράγματα ἀναγραφῆς ἀξιώσαντος· ἐφʼ οἷς οὐ μόνον ἀκολασία, ἀλλὰ καὶ ὠμότης καί ἀπανθρωπία κατηγορεῖται τοῦ Δαυῒδ, τολμήσαντος εἰς τὸν Οὐρίαν πρᾶγμα ἀλλότριον καὶ τοῦ τυχόντος ἤθους μετρίως βελτιωθέντος. Ἐγὼ δὲ εἴποιμι ἂν, ὅτι, ὥσπερ αἱ κρίσεις τοῦ Θεοῦ μεγάλαι καὶ δυσδιήγητοί εἰσι, δοκοῦσαι αἰτίαι τυγχάνειν τοῦ τὰς ἀπαιδεύτους πλανᾶσθαι ψυχὰς, οὕτω καὶ αἱ Γραφαὶ αὐτοῦ μεγάλαι μὲν καὶ πεπληρωμέναι νοημάτων εἰσὶν ἀποῤῥήτων καὶ μυστικῶν καὶ δυσθεωρήτων· σφόδρα δὲ καὶ δυσδιήγητοί εἰσι, καὶ αἰτίαι δοκοῦσι τοῦ τὰς ἀπαιδεύτους πλανᾶσθαι τῶν ἑτεροδόξων ψυχὰς, ἀπερισκέπτως καὶ μετὰ προπετείας κατηγορούντων τοῦ Θεοῦ ἐξ ὧν οὐ νοοῦσι Γραφῶν, καὶ διὰ τοῦτο ἐκπιπτόντων ἐπὶ ἀναπλασμὸν ἄλλου Θεοῦ. Ἀσφαλὲς οὖν τὸ περιμένειν τὴν ἑρμηνείαν τοῦ σαφηνιστοῦ Λόγου, καὶ «τῆς ἐν μυστηρίῳ σοφίας ἀποκεκρυμμένης, ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνωκε, κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου,» φανερωθέντος τοῖς ἀποστόλοις καὶ τοῖς ἐκείνοις παραπλησίοις, διά τε Γραφῶν προφητικῶν καὶ τῆς γενομένης εἰς αὐτοὺς ἐπιφανείας τοῦ Σωτῆρος ἡμῶν Λόγου τοῦ «ἐν ἀρχῇ πρὸς τὸν Θεόν. »