Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ Ν΄.
Origen, Selecta in Psalmos [Dub.] 3-35
Not analysed yet
Ἐλέησόν με, ὁ Θεὸς, κ. τ. ἑ. Ἐλεεῖ δὲ τὴν φύσιν (13) ὁ πλάσας αὺτὴν πολυνοσοῦσαν τὸ ἀδρανές· κατασείει γὰρ τὸν νοῦν ὁ τῆς ἁμαρτίας εὐρετὴς, συνεργὸν ἔχων τὸν ἐν τοῖς μέλεσι τῆς σαρκὸς ἀγριαίνοντα νόμον· προσιτέον οὖν Θεῷ· πᾶσα γὰρ ἰσχὺς παῤ σὐτοῦ. Τάχα δὲ καὶ προγνοὺς, ὅτι κατὰ καιροὺς ἐπιλάμψει τοῖς ἐπὶ γῆς ὁ Χριστὸς ἐξαλείψων πᾶσαν ἁμαρτίαν τοῦ κόσμου, ἔλεος μέγα τὴν οὕτω λαμπρὰν εἰκότως χάριν καλεἴ· γέγραπται γὰρ ὅτι «πᾶσα ἁμαρτία ἐμφράξει τὸ στόμα αὐτῆς. »Κατὰ γὰρ τὸν Ἀπόστολον, «Θεὸς ὁ δικαιῶν, τίς ὁ κατακρίνων; »