Ancient Greek · ~2 min
2 to 4
Origen, Selecta in Psalmos [Dub.] 2-60-4
Not analysed yet
Ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς, κ. τ. ἑ. Τὸν προδότην (64) Ἰούδαν ζῶντα κατέπιον· εἶχε γὰρ πρὸ τῆς παραδόσεως τὴν ζωὴν τὴν εἰποῦσαν· «Ἐγώ εἰμι ἡ ζωή· »τοὺς δὲ ἀπʼ ἀρχῆς τῇ κακίᾳ ἐντρεφομένους. νεκροὺς καταπίνουσιν. Ἄρα τὸ ὕδωρ ἄν κατεπόντισεν ἡμᾶς, κ. τ. ἑ. Ὕδωρ τροπικῶς (65) λέγει τοὺς πειρασμοὺς τοὺς καταποντίζοντας τὴν ψυχήν· οἱ δὲ αὐτοὶ πειρασμοὶ καὶ λογισμοὶ καλοῦνται. Χείμαῤῥον διῆλθεν ἡ ψυχὴ ἡμῶν, κ. τ. ἑ. Χείμαῤῥον (66) δὲ πάλιν λέγει τοὺς λογισμοὺς, δ. ὰ τὸ μὴ χρονίζειν αὐτοὺς, ἀλλὰ ἀθρόως ἐπιπηδᾷν εἰς τὶν νοῦν, καὶ πάλιν ξηραίνεσθαι.