Ancient Greek · ~4 min
ΨΑΛΜΟΣ ΡΚΓ΄.
Origen, Selecta in Psalmos [Dub.] 1-117
Not analysed yet
Εἰ μὴ ὅτι Κύριος ἧν ἐν ἡμῖν, εἰπάτω δὴ Ἰσραὴλ. κ. τ. ἑ. Εἰκὸς τῶν (63) ἱερέων τινὰ ἑστῶτα ἐπί τινος τῶν ἀναβαθμῶν λέγειν ἐλθόντι τῷ λαῷ ἐπὶ τὸν ναὸν ἕωθεν τοιοῦτόν τι· «Εἰπάτω δὴ Ἰσραὴλ, Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν· »εἷτα ποιοῦντα τὸ προσταχθὲν τὸν Ἰσραὴλ ἄρχεσθαι μὲν ἀπὸ τοῦ, «Κύριος ἦν ἐν ἡμῖν· »συνάπτειν δὲ τὰ ἐξῆς τοῦ ψαλμοῦ. Λεγέτω δὴ τὸ, «Εἰ μὴ ὅτι Κύριος ἧν ἐν ἡμῖν, »οὐχ ὁ τυχών. ἀλλʼ ὁ ἀληθινὸς Ἰσραὴλ, ᾧ Κύριός ἐστιν εἰπόντι· «Ἡμῖν εἷς Κύριος Ἰησοῦς Χριστὸς, διʼ οὗ τὰ πάντα. καὶ ἡμεῖς διʼ αὐτοῦ· »ὅπερ καὶ Παῦλος εἷπε· «Καὶ γὰρ ἐγὼ Ἰσραηλίτης εἰμί· »καὶ τό· «Ἰσραηλῖταί εἰσι, κἀγώ. »Καὶ τοῦτόν γε εἰκὸς ὑπὸ τοῦ λαοῦ λέγεσθαι τὸν ψαλμὸν ἐκ προστάξεως ἱερέως, εἴποτε κινδυνεύσας ὁ λαὸς ἐν πολέμῳ, ἥ τινι ἀπὸ τῶν ἐθνῶν ἐπιβουλῇ διεσώθη, νικήσας τοὺς πολεμίους· μάλιστα εἰ μετά τινος παραδόξου ἐπιφανείας ἀνδραγαθήσαντες ἐπανῄεσαν. Εἰπάτω δὲ ὁ Ἰσραὴλ καὶ τὸ, «Πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου, »ὡς ἐν ρκη᾿ ψαλμῷ λέγεται.