Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ ΡΚ̣?΄.
Origen, Selecta in Psalmos [Dub.] 2-62
Not analysed yet
Τοῦ αὐτοῦ. Πρῶτον «ᾠκοδόμησε (84) Κύριος τὴν πλευρὰν ἢν ἔλαβεν ἀπὺ τοῦ Ἀδὰμ εἰς γυναῖκα· »ὅς ἐπεὶ μὴ ᾠκοδόμησε μετὰ τοῦ Κάϊν οἰκοδομοῦντος ἐπὶ τῷ ὀνόματι τοῦ υἱοῦ αὐτοῦ Ἐνὼχ πόλιν, εἰς μάτην ἐκοπίασεν ὁ οἰκοδομῶν Κάϊν. Ἀλλὰ καὶ οἱ κινήσαντες ἀπʼ ἀνατολῶν, καὶ εἰπόντες, «Δεῦτε, οἰκοδομήσωμεν ἑαυτοῖς πόλιν καὶ πύργον, »μάτην ἐκοπίασαν οἰκοδομοῦντες, ἐπεὶ μὴ συνῳκοδόμει αὐτοῖς Κύριος. Ἐστένσξαν δ᾿, οἶμαι, Ἑβραῖοι ἐν Αἰγύπτῳ, ὡς μάτην ἐν τῷ οἰκοδομεῖν κοπιῶντες, ἐπεὶ μὴ Κύριος ᾠκοδόμει σὺν αὐτοῖς.