Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ ΡΚ̣?΄.
Origen, Selecta in Psalmos [Dub.] 3-58
Not analysed yet
Τοῦ αὐτοῦ. Τὸν ἐν Ἰερουσαλὴμ (85) οἶκον οἰκοδομοῦντες μάτην ἐκοπίασαν· διὸ καθῃρέθη· οὐκ ἂν καθηρέθη, εἰ Κύριος αὐτὸν ᾠκοδομήκει. Τὸν δὲ οἶκον τοῦ Θεοῦ, ὅντα Ἐκκλησίαν αὐτοῦ, οἱ οἰκοδομοῦντες ἀπόστολοι Χριστοῦ, καὶ οἱ τεταγμένοι ὑπʼ αὐτοῦ διδάσκαλοι, οὐ μάτην ἐκοπίασαν· Κύριος γὰρ αὐτὸν ᾠκοδόμησε. Καὶ ἄλλως δὲ οἶκον οἰκοδομοῦσιν οὐ μετὰ Κυρίου οἱ ἑτερόδοξοι, τὴν Ἐκκλησίαν πονηρευομένων· διὸ εἰς μάτην ἐκοπίασαν. Ὁμοίως καὶ Ἰουδαῖοι.