Ancient Greek · ~3 min
ΨΑΛΜΟΣ ΡΜΔ΄.
Origen, Selecta in Psalmos [Dub.] 2-74
Not analysed yet
Καθ᾿ ἑκάστην ἡμέραν εὐλογήσωσε, κ. τ. ἑ. Καὶ ἐν περιστάσεσι (95) καὶ πειρασμοῖς ὢν εὐλογήσω σε, φησὶ, Κύριε· τουτέστι διηνεκῶς. Καὶ γὰρ πολλῶν ἐσμεν ὀφειλέται αὐτῷ, ὅτι οὐκ ὁντας ἐποίησεν, ὅτι τοιούτους εἰργάσατο, ὅτι γενομένους διακρατεῖ, ὅτι καθʼ ἑκάστην προνοεῖ τὴν ἡμέραν καὶ κοινῇ καὶ ἰδίᾳ, καὶ λάθρα καὶ φανερῶς, καὶ οὐκ εἰδότων. Οὐ διὰ ταῦτα δὲ μόνον αἶνον ᾄδειν διαπαντὸς προσῆκεν. ἀλλὰ καὶ διὰ τὸ μεγαλεῖον τῆς δόξης αὐτοῦ, διὰ τὴν ἀκήρατον οὐσίαν. Καὶ γὰρ διὰ ταύτην ὀφείλεται παῤ ἡμῶν αὐτῷ αἶνος καὶ εὐλογία, καὶ διηνεκὴς εὐχαριστία, καὶ λατρεία, καὶ διακονία συνεχής. Τοῦτο γοῦν αὐτὸ δηλῶν ὁ Προφήτης ἐπήγαγεν.