Ancient Greek · ~7 min
3 to 9
Origen, Selecta in Psalmos [Dub.] 3-66-9
Not analysed yet
Μέγας ὁ Κύρος καὶ αἰνετὸς σφόδρα, καὶ τῆς μεγαλωσύνης αὐτοῦ οὐκ ἔστι πέρας, κ. τ. ἑ. Ἐπείπερ ἡ μεγαλωσύνη (96) τοῦ Θεοῦ ἐν τῷ Χριστῷ καὶ ἐν τοῖς κτίσμασιν οὗσα θεωρεῖται, καὶ οὐκ ἔστι πέρας τῆς μεγαλωσύνης αὐτοῦ, μήποτε ἡ ἐξ ἀπείρου ἐπʼ ἄπειρον καὶ ἐντεῦθεν παρίσταται τοῦ Θεοῦ εἰς τὰ ὅντα ὑπʼ αὐτοῦ γενόμενα πρόνοια. Τοῦ αὐτοῦ. Πάντων μὲν (97) τῶν γεγονότων ἡ θεωρια πεπέρασται· μόνη δὲ ἡ γνῶσις τῆς ἁγίας Τριάδος ἐστὶν ἀπέραντος. Καὶ οἱ οἰκτιρμοὶ αὐτοῦ ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ, κ. τ. ἑ. Εἰ οἱ οἰκτιρμοὶ (98) τοῦ Θεοῦ ἐπὶ πάντα τὰ ἕργα αὐτοῦ, πῶς εἰσί τινες ἐφʼ οὕς οὐ φθάνουσιν; Ἄρα καὶ ἐπʼ αὐτοὺς οἱ οἰκτιρμοὶ τοῦ Θεοῦ· εἰ μὴ ἄρα ἐπὶ μὲν τὰ ἔργα αὐτοῦ φθάνουσιν οἱ οἰκτιρμοὶ αὐτοῦ, ἐπὶ δὲ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ οὐ πάντως. Ἐξομολογησάσθωσάν σοι, Κύριε, πάντα τὰ ἔργα σου, καὶ οἱ ὅσιοί σου εὐλογησάσθωσάν σε, κ. τ. ἑ. Νῦν ἔργα (99) τὰς φύσεις τὰς λογικὰς λέγει· αὗται γὰρ πεφύκασιν ἐξομολογεῖσθαι Θεῷ. Εἰ δʼ ἀναπέμπεταί τις ἐξομολόγησις καὶ ἀπὸ τῆς λοιπῆς κτίσεως, Θεὸς ἂν εἰδείη. Βασιλεία σου βασιλεία πάντων αἰώνων, κ. τ. ἑ. Εἰ ἡ βασιλεία (1) τοῦ Θεοῦ ἡ θεωρία τῶν γεγονότων καὶ γενησομένων αἰώνων ἐστὶ, καλῶς εἴρηται τό· «Ἡ βασιλεία σου βασιλεία πάντων τῶν αἰώνων. »Φολάσσει Κύριος πάντας τοὺς ἀγαπδῶωτας αὐτὸν, καὶ πάντας τοὺς ἁμαρτωλοὺς ἐξολοθρεύσει, κ. τ. ἑ. Ἐξολόθρευσις ἁμαρτωλοῦ (2) ἐστι λογικῆς ψυχῆς χωρισμὸς ἀπὸ τῆς συμπάσης κατὰ κακίαν ζωῆς. Αἵνεαιν Κυρίου λαλήσει τὸ στόμα μου, καὶ εὐλογείτω πᾶσα σὰρξ τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, κ. τ. ἑ. Πᾶσα σὰρξ (3) εὐλογοῦσα τὸ ὄνομα Κυρίου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος ἔσται δηλονότι εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος ὀψομένη τὸ σωτήριον τοῦ θεοῦ.