Ancient Greek
ΨΑΛΜΟΣ ΡΜΕ΄.
Origen, Selecta in Psalmos [Dub.] 2-75
Not analysed yet
Κύριος λύει πεπηδημένους, Κύριος σοφοῖ τυφλοὺς, Κόριος ἀνορθοῖ κατεῤῥαγμένους, κ. τ. ἑ. Οὕτε τὰ πράγματα (6) δεσμοῖ τὸν νοῦν, οὔτε τὰ τούτων νοήματα, ἀλλὰ τὰ ἐμπαθῆ τῶν πραγμάτων νοήματα. Καὶ γὰρ τὸν χρυσὸν ὁ Κύριος ἔκτισε, καὶ αὐτὸς τὴν γυναῖκα ἐποίησεν, οὐδὲν δὲ τῶν γεγονότων ὑπὸ Θεοῦ ἐναντιοῦται τῇ σωτηρίᾳ τῶν ἀνθρώπων, ἀλλʼ ἡ πορνεία καὶ ἡ πλεονεξία δεσμοῦσι τὸν νοῦν, ἀναγκάζουσι χρονίζειν τὰ νοήματα τῶν πραγμάτων ἐν καρδίᾳ.