Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ ΡΜΕ΄.
Origen, Selecta in Psalmos [Dub.] 1-137
Not analysed yet
Τὸν φυλάσσοντα ἀλήθειαν εἰς τὸν αἰῶνα, ποιοῦντα κρίσιν τοῖς ἀδικουμένοις, διδόντα τροφὴν τοῖς πεινῶσιν, κ. τ. ἑ. Ἀλήθειαν εἶπε (5) τὸν ἀληθινὸν, ἀπὸ τῆς ἕξεως ὀνομάσας τὸν μετέχοντα τῆς ἕξεως· οὕτω καὶ ἐλεημοσύνην ἀγαπᾷ καὶ κρίσιν, τουτέστιν ἐλεήμονα καὶ δικαιόκριτον. Καὶ παρὰ Παύλῳ «ἀγάπη οὐ περπερεύεται, »ἀντὶ τοῦ, ὁ ἔχων τὴν ἀγάπην. Κατὰ τὰ αὐτὰ δὲ καὶ ἀπὸ τῶν χειρόνων ἕξεων εὑρήσεις ὀνομαζομένους τοὺς κεκτημένους αὐτάς.