Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ ΡΜ̣?΄.
Origen, Selecta in Psalmos [Dub.] 2-76
Not analysed yet
Ὁ ἀριθμῶν πλήθη ἄστρων. κ. τ. ἑ. Ὁ ἀριθμὸς (10) ᾦ χρώμενος ὁ Θεὸς ἀριθμεῖ τὰ λογικὰ, καταστάσεως ἄστρων μηνύει διαφορὰς, καὶ ἃ τίθησιν ὀνόματα αὐτοῖς διαφόρους πνευματικὰς γνώσεις σημαίνει. Περὶ δὲ τῶν ἑρπετῶν τῶν ἐν τῇ θαλάσσῃ φησίν· «Ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός. »Πῶς γὰρ ἐφαρμοσθήσεται ὁ πνευματικὸς ἀριθμὸς τοῖς ἕρπουσιν ἐπὶ γαστέρα, καὶ δουλεύουσιν ἡδοναῖς, ὧν «ὁ θυμὸς κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως, καὶ ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν; »Καὶ πάλιν ὁ Σολομὼν πολλοὺς λέγει τοὺς τετρωμένους ὑπὸ κακίας, καὶ ἀναριθμήτους τοὺς πεφονευμένους.