Ancient Greek · ~2 min
3 to 4
Origen, Selecta in Psalmos [Dub.] 3-68-4
Not analysed yet
Ἀναλαμβάνων πραεῖς ὁ Κύριος, ταπεινῶν δὲ ἁμαρτωλοὺς ἕως τῆς γῆς, κ. τ. ἑ. Ζητητέον (11) πόθεν ταπεινοῖ τοὺς ἁμαρτωλούς. Διδάσκει δὲ τὸ ὅπου εἰπὼν, «ἕως γῆς. »Καὶ μήποτε ταπεινοῖ, ποιῶν εἶναι ἐν τῷ γῖΐνῳ τῆς ταπεινώσεως σώματι. Ἀναλαμβάνει μὲν οὖν πραεῖς, οὓς πρότερον ἐταπείνωσε· ταπεινοῖ δὲ ἕως γῆς ἁμαρτωλοὺς, πρὸ τῆς ἁμαρτίας ὄντας ἐν ὕψει. Τῷ περιβάλλονει τὸν οὐρανὸν ἐν νεφέλαις, κ. τ. ἑ. Περιβάλλεται (12) καὶ καλύπτεται ὁ οὐρανὸς καὶ τὰ θειότερα νεφέλαις, ἐφʼ ἂς φθάνει ἡ ἀλήθεια.