Ancient Greek · ~4 min
ΨΑΛΜΟΣ Θ´.
Origen, Selecta in Psalmos [Dub.] 2-8
Not analysed yet
Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου· διηγήσομαι πάντα τὰ θαυμάσιά σου. Εὐφρανθήσομαι καὶ ἀγαλλιάσομαι ἐν σοὶ, ψαλῶ τῶ ὀνόματί σου, Ὕψιστε, κ. τ. ἐ. Ὁ ἐξ ὅλης καρδίας ἀγαπῶν δύναται ἐξ ὅλης καρδίας ἐξομολογεῖσθαι. «Διηγήσομαι πάντα τὰ θαυμάσιά σου, »καὶ τὰ ἐξῆς. Ὅταν ἀναγεγραμμένα τεράστια, θαυμαστὰ τυγχάνοντα, παραστῆσαι δυνάμενος ᾧ λόγῳ γέγονε, καὶ τίνοε ἐστὶ σύμβολα. πεποίηκε τὰ εἰρημένα. Τοῦτο δὲ μόνου τοῦ Σωτῆρος ἔργον ἔστιν ἰδεῖν. Εἰ δὲ καὶ ἡ κτίσις καὶ πάντα ὄσα ἐποίησεν ὁ Θεὸς, θαυμάσια αὐτοῦ ἐστι, πολλῷ πλέον φανεῖται, ὅτι τοῦ Σωτῆρός ἐστιν ἡ εὐχή. Τίς δὲ ἄρα διηγήσεται πάντα τὰ θαυμάσια τοῦ Πατρὸς εἰ μὴ ὁ Κύριος τοῖς ωοῆσαι δυναμένοις τὰ τηλικαῦτα θαύματα τελείοις, περὶ ὦν μᾶλλον λεχθήσεται· «Σοφίαν δὲ μᾶλλον λαλοῦμεν ἐν τοῖς τελείοις; »—«Εὐφρανθήσομαι καὶ ἀγαλλιάσομαι, »πυνθανόμενος τῶν ἐπί τισιν εὐφραινομένων, εἰ ἐν Θεῷ εὐφραίνονται, ἵνα ῆ ἐπιμένωσι τῇ εὐφροσύνῃ, ἢ ἀποστῶσιν. Ὁ δὲ ἐπʼ ὄρος ἀναβὰς ὑψηλὸν τὸ Σιὼν καὶ ὑψῶν αὐτοῦ ψάλλει τῷ ὀνόματι τοῦ Ὑψίστου.