Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ Θ´.
Origen, Selecta in Psalmos [Dub.] 3-8
Not analysed yet
Ἐν τῷ ἀποστραφῆναι τὸν ἐχθρόν μου εἰς τὰ ὀπίσω, ἀσθενήσουσι καὶ ἀπολοῦνται ἀπὸ προσώπου σου, κ. τ. ἑ. Τίνες ἀσθενήσουσι (67) καὶ ἀπολοῦνται ἀπὸ προσώπου τοῦ Θεοῦ (ἐπεὶ «πρόσωπον Κυρίου ἐπὶ ποιοῦντας κακά· »)οὐ προειπὼν, ἡμῖν καταλέλοιπεν ἐννοεῖν. Ὅταν καταργηθῇ ὁ ἐχθρὸς τῇ κακίᾳ προϊὼν, καὶ ἀναποδίσῃ ὀπίσω ἐκ τοῦ ἐμποδίζεσθαι, τότε οἱ τῇ κακίᾳ ἰσχυροὶ ἀσθενήσουσιν. Εἶτα καθʼ ὁ ἁμαρτάνουσιν, ἀπολοῦνται, τοῦτο ἐργαζομένου αὐτοῖς τοῦ προσώπου τοῦ Θεοῦ. Νοηθὲν γὰρ ἀφανίζει τὰ γήϊνα.