Ancient Greek · ~12 min
ΨΑΛΜΟΣ Γ΄.
Origen, Selecta in Psalmos [Dub.] 2.1-2
Not analysed yet
Κύριε, τί ἐπληθύνθησαν οἱ θλίβοντές με; Πολλϲὶ ἐπανίστανται ἐπʼ ἐμέ, πολλοὶ λέγουσι τῇ ψυχῇ μου· Οὐκ ἔστι σωτηρία αὐτῷ ἐν τῷ Θεῷ αὐτοῦ, κ. τ. ἑ. Ὅσον ἐπὶ τῇ λέξει (83) ταῦτα λέγεται ὑπὸ τοῦ Δαυῒδ ἀποδιδράσκοντος τὸν Ἀβεσσαλὼμ ἐπαναστάντα αὐτῷ· ὅτε ἐπορεύθησαν μετὰ τοῦ Ἀβεσσαλὼμ διακόσιοι ἄνδρες ἐξ Ἰερουσαλὴμ κλητοὶ, πορευόμενοι τῇ ἁπλότητι αὐτῶν, οἳ οὐκ ἔγνωσαν πᾶν ῥῆμα, οἵ πάντες ἔθλιβον τὸν Δαυῒδ. Μᾶλλον δὲ ἐκ προσώπου τοῦ Δαυῒδ ἀπαγγέλλεσθαι αὐτὰ ἐξεδεξάμεθα, ὡς καὶ ἐν τοῖς εἰς τὴν ἐπιγραφὴν παρεστήσαμεν. Καὶ ὅσον μὲν ἐπὶ τῇ ἱστορίᾳ ἔθλιβον μὲν τὸν Δαυῒδ πληθυνόμενοι οἱ προστιθέμενοι πολλοὶ τῷ Ἀβεσσαλώμ οἱ δὲ ἐπιστάμενοι αὐτῷ Ἀχιτόφελ, καὶ Σεμεεὶ, καὶ Θεκὼν, καὶ εἴ τις ἕτερος τῶν μεγάλα δυναμένων. Οἱ δὲ λέγοντες μὴ εἶναι σωτηρίαν αὐτῷ ἐν τῷ Θεῷ, δύνανται ἕτεροι τῶν θλιβόντων καὶ ἐπανισταμένων εἶναι, καὶ μηδαμῶς ἀκολουθησάντων τῷ Ἀβεσσαλὼμ, ἀπεγνωκότες τὸν Δαυῒδ ὡς νενικημένον, ταῦτα εἰρηκέναι. Οἱ δὲ τὸν Σωτῆρα θλίβοντες σαρκίνως οἱ Ἰουδαῖοι οἱ κεκραγότες· «Αἶρε, αἶρε τὸν τοιοῦτον ἀπὸ τῆς γῆς. Ἐπανέστησαν δὲ αὖτῷ Ἰούδας ὁ προδότης καὶ Καῖάφας. Οἰ δὲ λέγοντςε τῇ ψυχῇ αὐτοῦ μὴ εἷναι σωτηρίαν, οἱ παραπορευόμενοι ἦσαν ἐν τῷ καιρῷ τοῦ πάθους, λέγοντες τὸ, «Καταβάτω ἀπὸ τοῦ σταυροῦ, καὶ πιστεύσωμεν αὐτῷ. »Ὑψηλότερον δὲ νοῆσαι ἔστιν ἀνθρώπων διαφορὰς, θλιβόντων καὶ ἐπανισταμένων, καὶ ἀπογινωσκόντων ἐν αὐτῷ εἶναι σωτηρίαν, οὕτως· πάντες μὲν οἱ προστάται καὶ διδάσκαλοι λόγων ἑτέρων παρὰ τὰ τοῦ Χριστοῦ δόγματα εἶεν ἂν οἱ ἐπανι στάμενοι αὐτῶ· οἱ δὲ συνευδοκοῦντες καὶ μαθητευόμενοι τῇ τούτων διδασκαλίᾳ οἱ θλίβοντες αὐτόν. Οἱ δὲ ἀπιστοῦντες, οὐχὶ μετὰ τοῦ διδάσκειν τὰ ἐναντία, οὐδὲ μετὰ τοῦ τοῖς ψεύδεσιν μαθητεύεσθαι, περὶ τοῦ εἶναι τὴν θεότητα ἐν τῇ διδασκαλίᾳ τοῦ Χριστοῦ, λέγοιντʼ ἂν οὗτοι φάσκειν τῇ ψυχῇ αὐτοῦ μὴ εἶναι σωτηρίαν αὐτῷ ἐν τῷ Θεῷ, ἤτοι αὐτῷ κατὰ τὴν ἱστορίαν τὴν τὰ τεράστια ἀπαγγέλλουσαν περὶ τῆς ἐπιδημίας αὐτοῦ, ἢ ἐν τῷ λόγῳ τῆς διδασκαλίας αὐτοῦ μὴ εἶναι καθὸ ἐπαγγέλλεται σωτηρίαν. Δύνανται μέντοιγε καὶ ἑτέρως θλίβοντες εἶναι πάντες οἱ ἀμαρτάνοντες. Καὶ ὥσπερ γε οὐ κατὰ πρόθεσιν τοῦ κακοποιεῖν τὸν πατέρα θλίβει μοχθηρὸς υἱὸς τὸν γεγεννηκότα, ἀλλὰ διὰ τὴν ἐκείνου στοργὴν ἀκολουθεῖ τὸ πάντως θλίβεσθαι αὐτὸν ἐπὶ τοῖς ἁμαρτήμασι τοῦ υἱοῦ· τὸν αὐτὸν δὴ τρόπον καὶ ἡ ἑνὸς ἑκάστου τῶν ἁμαρτανόντων κακία θλίβει τὸν Υἱὸν τοῦ Θεοῦ. Ὅσῳ δέ τις ἐν πλείοσιν ἀγαθοῖς ἔργοις γίνεται καὶ ὑγιέσι δόγμασιν, ὡς μείζων ὑπὸ πλειόνων θλίβεται, πολλῶν ἐπανισταμένων αὐτῷ, ὥστʼ ἂν πολλοὺς πάλιν εἰπεῖν, «Οὐκ ἔστι σωτηρία αὐτῷ ἐν τῷ Θεῷ, »ἀπογνόντας τὰ κατ᾿ αὐτὸν, εἰ ὑπὸ μηδενὸς τῶν τοιούτων εἰς σωτηρίαν βλαβήσεται. Ἀφίησι δὲ ὁ Θεὸς πολλοὺς θλίβειν τὸν δίκαιον, διδοὺς αὐτῷ ἀφορμὴν βάρους δόξης ἀπὸ τῶν ὑπερβαλλουσῶν θλίψεων ὑφισταμένης. Καὶ εἴποτε ὁ δίκαιος ἐπαπορῶν λέγοι τῷ Θεῷ· «Τί ἐπληθύνθησαν οἱ θλίβοντές με; ἔτι αὐτοῦ λαλοῦντος ἐρεῖ· Ἰδοὺ πάρειμι, ἵνα βάρος δόξης ἐργάσηταί σοι τὸ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως καθʼ ὑπερβολήν·» διὸ καὶ «πολλαὶ αἱ θλίψεις τῶν δικαίων. »Εἰ ἔστι σωτηρία μὲν, Θεῷ. »