Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ ΙϚ´
Origen, Selecta in Psalmos [Dub.] 21
Not analysed yet
Ἐγὼ δὲ ἐν δικαιοσύνῃ ὀφθήσομαι τῷ αροσώπῳ σου, χορτασθήσομαι ἐν τῷ ὀφθῆναι τὴν δόξαν σου, κ. τ. ἑ. Ἐν δικαιοσύνῃ (58) καὶ πάσῃ ἀρετῇ ὀφθήσεται ὁ ἅγιος τῷ προσώπῳ τοῦ Θεοῦ, οὐδεὶς ὀὲ ἄδικος ὀφθήσεται. Ὁ δὲ μακαριζόμενος χορτασμὸς ἔσται ἐν τῷ ὀφθῆναι καὶ τρανωθῆναι τὴν δόξαν τοῦ Θεοῦ. Αὕτη γάρ ἐστιν ἡ πᾶν τὸ ἐλεὸν τῆς ψυχῆς ἀναπληροῦσα τροφὴ, ἧς ὁ πεινῶν, καὶ ὑγιεινῶς ὀρεγόμενος χορτασθήσεται πληρούμενος αὐτῆς.