Ancient Greek · ~4 min
21 to 25
Origen, Selecta in Psalmos [Dub.] 21-4-25
Not analysed yet
Ἐκεῖ Βενιαμὶν νεώτερος, κ. τ. ἑ. Περὶ Παύλου (93), φασὶ, τοῦτο προφητεύει. Ἀπὸ τοῦ ναοῦ σου ἐπὶ Ἱερουσαλήμ σοι οἵσουσι βασιλεῖς δῶρα, κ. τ. ἑ. Ὁ Παῦλος (94) οὐ μόνον αὐτὸς ἑαυτὸν προσῆγε Θεῷ. ἀλλὰ γὰρ καὶ ἄλλους διὰ τῆς διδασκαλίας προσέφερε τῷ Θεῷ. Τοῦ ἐγκλεισθῆναι τοὺς δεδοκιμασμένους τῷ ἀργυρίῳ, κ. τ. ἑ. Τοῦ χωρισθῆναι (95) τοὺς δεδοκιμασμένους ὡς ἀργύριον. Ἥξουσι πρέσβεις ἐξ Αἰγύπτου, Αἰθιοπία προφθάσει χεῖρα αὐτῆς τῷ Θεῷ, κ. τ. ἑ. Τὴν μὲν (96) διάθεσιν τῆς κακίας διὰ τῶν Αἰγυπτίων ᾐνίξατο· τὴν δὲ ἔξιν διὰ τῶν Αἰθιόπων δεδήλωκεν. Ψάλατε τῷ Θεῷ τῷ ἐπιβεβηκότι ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ κατὰ ἀνατολὰς, κ. τ. ἑ. Πρότερον μὲν (97) «ὡδοποιήσατε τῷ ἐπιβεβηκότι ἐπὶ δυσμῶν· »νῦν δὲ «ψάλατε τῷ ἐπιβεβηκότι ἐπὶ τὸν οὐρανὸν τοῦ »ὑρανοῦ κατὰ ἀνατολάς.» Ὁ γὰρ «καταβάς, αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν ἵνα πληρώσῃ τὰ πάντα.»