Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ ΞΖ΄.
Origen, Selecta in Psalmos [Dub.] 26-2
Not analysed yet
Δότε δόξαν τῷ Θεῷ, ἐπὶ τὸν Ἰσραήλ ἡ μεγαλοπρέπεια αὐτοῦ, καὶ δύναμις αὐτοῦ ἐν τεφέλαις, κ. τ. ἑ. Νεφέλας λέγει (98) νῦν ἁγίας δυνάμτις. «Ἐντελοῦμαι γὰρ, φησὶ, ταῖς νεφέλαις τοῦ μὴ βρέξαι ἐπʼ αὐτοὺς ὑετόν. »Καὶ ἔσται «λιμὸς, οὐ λιμὸς ἄρτου, οὐδὲ δίψα ὕδατος, ἀλλὰ λιμὸς τοῦ ἀκοῦσαι λόγον Κυρίου. »Οἶμαι δὲ αὐτὸν νεφέλας λέγειν τοὺς ἀγγέλους. Αὐτοὶ γάρ εἰσιν οἱ διδάσκοντες ἡμᾶς.