Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ ΡΙΖ΄.
Origen, Selecta in Psalmos [Dub.] 22-2
Not analysed yet
Θεός μου εῖ σὺ, καὶ ἐξομολογήσομαί σοι, κ. τ. ἑ. Ἐνταῦθα δείκνυσιν, ὅτι καὶ χωρὶς τῶν εὐεργεσιῶν δεῖ εὐχαριστεῖν τῷ Θεῷ, καὶ διὰ τοῦτο αὐτὸν δοξάζειν, διὰ τὴν μεγαλοσύνην αὐτοῦ τῆς οὐσίας, διὰ τὴν ἀπόῤῥητον δόξαν. Τοῦτο γοῦν καὶ ἐνταῦθα αἰνίττεται, εἰπὼν τὰς εὐεργεσίας ἃς εὐηργετήθη. Καὶ χωρὶς τούτων, φησὶ, καὶ εὐχαριστήσω καὶ ἐξομολογήσομαι, ὅτι τοιοῦτον ἔχω Δεσπότην, οὕτως ὑψηλὸν, οὕτω μέγαν, οὕτως ἀόρατον, ἀκατάληπτον. Τὸ δὲ ὑψώσω, «δοξάσω »ἐστί.