Ancient Greek · ~2 min
20 to 21
Origen, Selecta in Psalmos [Dub.] 20-4-21
Not analysed yet
Συστήσατε ἑορτὴν ἐν τοῖς πυκάζουσιν, κ. τ. ἑ. Οὗτοι πυκάζουσιν, οἱ φύλλοις καὶ καρποῖς κομῶντες· φύλλοις μὲν τοῖς καθήκουσι, καρποῖς δὲ ταῖς ἀρεταῖς· καὶ γὰρ «τὸ φύλλον αὐτῶν οὐκ ἀποῤῥυήσεται· καὶ τὸν καρπὸν αὐτῶν δώσουσιν ἐν καιρῷ αὐτῶν,» διὰ τὸ γεγενῆσθαι αὐτοὺς «ξύλα πεφυτευμένα παρὰ τὰς διεξόδους τῶν ὑδάτων. »Τοῦ αὐτοῦ. «Πυκάζοντα »δὲ τὰ χερουβίμ φησι τὰ ἐπισκιάζοντα τὸ ἱλαστήριον· τοῦτο γάρ ἐστι τὸ «πυκάζουσι. »Πυκάζειν γὰρ τὸ σκέπειν. Τὰ χερουβὶμ δὲ ἔσκεπον ταῖς πτέρυξι τὸ ἱλαστήριον.