Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ ΠΙΗ'.
Origen, Selecta in Psalmos [Dub.] 22-3
Not analysed yet
Τοῦ αὐτοῦ Νῦν μὲν ἐκολλήθη τῷ ἐδάφει ἡ ψυχὴ καὶ γέγονε σάρξ· ἐν δὲ τῇ ἀναστάσει κολλήσεται ἡ σὰρξ τῇ ψυχῇ, καὶ ἔσται ψυχὴ ἥτις κολληθεῖσα τῷ Κυρίῳ ἐν τῇ καθολικῇ ἀναστάσει γίνεται ἕν πνεῦμα, καὶ γίνεται τὸ σῶμα πνευματικόν. Ὅμοιον τοῦτο Εἰς χοῦν θανάτου κατήγαγές με· »καὶ τῷ, ταπεινώθη εἰς χοῦν ἡ ψυχὴ ἡμῶν· »καὶ τῷ· σῶμα τῆς ταπεινώσεως ἡμῶν·» καὶ τῷ, «Τίς όσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; »ὑπερβολὴν τῆς ταπεινώσεως διὰ τούτων ἐδήλωΟὕτω γὰρ ἐν μγ΄ ψαλμῷ· «Ὅτι ἐταπεινώθη οῦν ἡ ψυχὴ ἡμῶν, ἐκολλήθη εἰς γῆν ἡ γαστὴρ