Ancient Greek
18 to 21
Origen, Selecta in Psalmos [Dub.] 18-7-21
Not analysed yet
Ἐπεπόθησεν ἡ ψυχή μου τοῦ ἐπιθυμῆσαι τὰ κρίματά σου ἐν παντὶ καιρῷ, κ. τ. ἑ. Οὐκ ἐπεθὑμησεν, ἀλλʼ ἐπεπόθησεν ἐπιθυμῆσαι, καὶ ἐν παντὶ καιρῷ ἐπιθυμῆσαι. Ἐπετίμησας ὑπερηφάνος· ἐπικατάρατοι ἐκκλίνοντες ἀπτὸ τῶν· ἐντολῶν σου, κ. τ. ἑ. Ὁ ἀντιτασσόμενος τοῖς ὑπερηφάνοις, οὗτος καὶ ὑπερηφάνοις ἐπιτιμᾷ. Κύριος δὲ ὑπερηφάνοις ἀντιτάσσεται· Κύριος ἄρα καὶ τοῖς ὑπερηφάνοις ἐπιτιμᾷ. Καὶ γὰρ ἐκάθισαν ἄρχοντες, καὶ κατʼ ἐμοῦ κατελάλουν· ὁ δὲ δοῦλός σου ἠδολέσχει ἐν τοῖς δικαιώμασί σου, κ. τ. ἑ. Οὕτως συνέρχονται κατά τοῦ δικαίου, σκοποῦντες ὅπως ἐπιβουλεύσωσιν αὐτῷ, ἀλλʼ αὐτὸς οὐ παύεται λαλῶν ἐν τοῖς δικαιώμασιν τοῦ Θεοῦ· οὐδὲν γὰρ ἀνθρώπινον φθέγγεται. Τοῦ αὐτοῦ. Ἡ περί τι συνεχὴς ὁμιλία καὶ διατριβὴ ἀδολεσχία καλεῖται. Ἐκολλήθη τῷ ἐδάφει ἡ ψυχή μου, ζῆσόν με κατὰ τὸν λόγον σου, κ. τ. ἑ. Τῶν ἁμαρτοιλῶν αἱ ψυχαὶ τῷ ἐδάφει κολλῶνται τὰ ἐπίγεια φρονοῦσαι· τῶν δὲ δικαίων ἤτοι συνδεσμούμεναι σώμασιν, ἢ χρονίζουσαι διʼ οἰκονομίτν ἐν αὐτοῖς.