Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ ΙΖ´.
Origen, Selecta in Psalmos [Dub.] 25
Not analysed yet
Καὶ ἔσομαι ἅμωμος μετʼ αὐτοῦ, καὶ φυλάξομαι ἀπὸ τῆς ἀνομίας μου, κ. τ. ἑ. Χωρὶς Θεοῦ (83) οὐκ ἔστιν εἶναι ἄμωμον· μετʼ ὀλίγα οὖν φησι· «Καὶ ἔθετο ἄμωμον τὴν ὀδόν μου. »Οὐκ ἔστι δὲ κατὰ τὸν λέγοντα τό. «Ἀνταποδώσει μοι Κύριος κατὰ τὴν δικαιοσύνην μου, »καὶ τὸ ἐξῆς, ἔχειν ἀνομίαν. Καὶ τό. «φυλάξομαι ἀπὸ τῆς ἀνομίας μου,» δύναται ἀναφέρεσθαι ἐπὶ τὸ λεγόμενον τὸ ἐν ἡμῖν σκότος, κατὰ τό· «Εἰ οὖν τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστὶ, τὸ σκότος πόσον; »