Ancient Greek · ~4 min
26 to 28
Origen, Selecta in Psalmos [Dub.] 26-28
Not analysed yet
Τοῦ αὐτοῦ. Ἅμωμός ἐστιν (84) ὁ ἔχων ἐν ἑαυτῷ τὴν ὁδὸν τοῦ Θεοῦ, τὸν Χριστόν. «Ἐγὼ γὰρ, φησὶν, εἰμὶ ἡ ὁδός. »Ἄμωμον δὲ ταύτην τὴν ὁδὸν καὶ αὐτὸς ὁ Δαυΐδ ἔφη λέγων· «Ὁ Θεός μου, ἄμωμος ἡ ὁδός σου. »Καὶ ἀνταποδώσει μοι Κύριος κατὰ τὴν δικαιοσύνην μου, κ. τ. ἑ. «Ἐν ᾧ μέτρῳ (85) μετρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν. »Ἁγίων δὲ αὕτη ἡ φωνὴ τῶν διὰ πολλὴν παῤῥησίαν δυναμένων λέγειν· «Ἀνταπόδος τῷ δούλῳ σου. »Δικαιοσύνην λέγει τὴν ἐκ πίστεως Ἰησοῦ Χριστοῦ, ἥτις πεφανέρωται εἰς πάντας τοὺς πιστεύοντας· τοῖς γὰρ ὀρθῶς πιστεύουσιν ἡ πίστις εἰς δικαιοσύνην λογίζεται. Μετὰ ὁσίου ὁσιωθήσῃ. καὶ μετὰ ἀνδρὸς ἀθώου ἀθῶος ἔσῃ, καὶ μετὰ ἐκλεκτοῦ ἐκλεκτός ἔσῃ, καὶ μετὰ στρεβλοῦ διαστρέψεις, κ. τ. ἑ. Ὡς ἔσομαι (86) ἄμωμος μετʼ αὐτοῦ τοῦ Θεοῦ, οὕτως ὁ Θεὸς μετὰ ὁσίου ὁσιωθήσεται, καὶ μετὰ ἀθώου ἀθῶος ἓσται, καὶ μετὰ ἐκλεκτοῦ ἐκλεκτὸς ἔσται αὐτός. Μετὰ στρεβλοῦ δὲ οὐχὶ στρεβλὸς ἔσται (οὐδὲ γὰρ θεμιτὸν), ἀλλὰ διαστρέψεις, ὡς μετὰ Φαραώ.