Ancient Greek · ~7 min
25 to 35
Origen, Selecta in Psalmos [Dub.] 25-2-35
Not analysed yet
Γενηθήτω ἡ ἔπαυλις αὐτῶν ἠρημωμένη, καὶ ἐν τοῖς σκηνώμασιν αὐτῶν μὴ ἔστω ὁ κατοικῶν, κ. τ. ἑ. Δυνατὸν ταῦτα (25) περὶ τοῦ ναοῦ τῶν Ἰου· δαίων ἐκλαμβάνειν καὶ περὶ τῆς πόλεως αὐτῶν προφητευόμενα. Τοῦ αὐτοῦ. Ἠρημώθη (26) μετὰ τὸν σταυρὸν ἡ ἔπαυλις αὐτῶν, ὁ ναὸς καὶ Ἰερουσαλήμ. Πρόσθες ἀνομίαν ἐπὶ τὴν ἀνομίαν αὐτῶν, καὶ μὴ εἰσελθέτωσαν ἐν δικαιοσύνῃ σου, κ. τ. ἑ. Ὅτε οἱ ἀνόμως (27) ἁμαρτήσαντες ἀνόμως ἀπολοῦνται, προστίθεται τῇ τῶν ἁμαρτησάντων ἀνομίᾳ ἡ κατὰ τὴν ἀνομίαν αὐτῶν κόλασις. «῟ῼ γὰρ μέτρῳ μετρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν. »Τοῦ αὐτοῦ. Πῶς γὰρ δύνανται (28) εἰσελθεῖν εἰς τὴν δικαιοσύνην ἐσκοτισμένοι τοὺς ὀφθαλμούς; Ἐξαλειφθήτωσαν ἐκ βίβλου ζώντων, καὶ μετὰ δικαίων μὴ γραφήτωσαν, κ. τ. ἑ. Βίβλος ζώντων (29) ἡ γνῶσις ἡ τοῦ Θεοῦ, ἐξ ἧς ἐκπίπτουσιν οἱ ἀκαθάρτους ἔχοντες τὰς καρδίας· «Μακάριοι γὰρ, φησὶν, οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὅψονται. »Τὸ δὲ δεῖν Θεὸν, τὸ γνώσεως τῆς αὐτοῦ ἐστι καταξιωθῆναι. Τοῦ αὐτοῦ. Ἅδικος μετὰ (30) δικαίου γράφεται, ἐὰν ἀπόσχηται τοῦ εἶναι ἄδικος. Ἀρέσει τῷ Θεῷ ὑπέρ μόσχον νέον κέρατα ἐκφέροντα καὶ ὁπλὰς, κ. τ. ἑ. Τουτέστιν ὑπὲρ (31) τὴν ἄλογθν καὶ αἰσθητὸν θυσίαν. Ὅτι εἰσήκουσετῶν πενήτων ὁ Κύριος, καὶ τοὺς πεπεδημένους αὐτοῦ οὐκ ἐξουδένωσεν, κ. τ. ἑ. Γενώμεθα πένητες (32), ἵνʼ ὁ Κύριος ἡμῶν ἐπακούσῃ. Αένεσάτωσαν αὐτὸν οἱ οὐρανοὶ καὶ ἡ γῆ, θάλασσα καὶ πάντα τὰ ἔρποντα ἐν αὐτοῖς, κ. τ. ἑ. Τοὺς ἐπουρανίους (33) καὶ ἐπιγείους λέγει ἐνταῦθα ὁμωνύμως τοῖς αὐτῶν κόσμοις. Τοιοῦτόν ἐστι καὶ τό· «Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ. »Τοῦ αὐτοῦ. Ἆρα τὰ ἑρπυστικὰ (34) ζῶα αἰνέσει, σωζομένης τῆς Σιὼν καὶ οἰκοδομουμένης τῆς Ἰουδαίας; Εἰ δὲ τὰ ἕρποντα νοητῶς ῥητέον, καὶ τὰ οἰκοδομούμενα δηλονότι νοητῶς ἐκληφθήτωσαν. Ὄτι ὁ Θεὸς σώσει τὴν Σιὼν, καὶ οἰκοδομηθήσονται αἱ πόλεις τῆς Ἰουδαίας, κ. τ. ἑ. Ψυχὰς λογικὰς (35) λέγει πόλεις τῆς Ἰουδαίας.