Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ ΣΗ᾿.
Origen, Selecta in Psalmos [Dub.] 24-2
Not analysed yet
Τοῦ αὐτοῦ. Μήποτε τράπεζα (24) ἀφʼ ἧς ἡ λογικὴ τροφὴ τοῦ λαοῦ ἦν, ὁ νόμος καὶ οἱ προφῆται. Αὕτη ἡ τράπεζα, μὴ νοουμένης τῆς Γραφῆς, γεγένηται τοῖς Ἰουδαίοις εἰς παγίδα καὶ εἰς ἀνταπόδοσιν, καὶ εἰς σκάνδαλον. Οὐ πᾶσι δὲ τοιαύτη ἡ τράπεζα δύνατα λέγεσθαι. Ὁ Κύριος σοφία τυγχάνει ὁ λέγων· «Δεῦτε, φάγετε τὸν ἐμὸν ἄρτον· »καὶ ὁ ἄρτος ζωῆς ὁ ἐξ οὐρανοῦ καταβὰς, οὗ ἡ σὰρξ ἀληθής ἐστι βρῶσις, καὶ τὸ αἷμα ἀληθής ἐστι πόσις.