Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ ΠΙΗ'.
Origen, Selecta in Psalmos [Dub.] 28
Not analysed yet
Συνέτισόν με, καὶ ἐξερευνήσω τὸν νόμον σου, καὶ φυλάξω αὐτὸν ἐν ὅλῃ καρδιᾳ μου, κ. τ. ἑ. Συνέσεως χρῄζομεν πρὸς τὸ νοῆσαι τὸν νόμον· οὐκ ἔστι γὰρ σαφὴς ἢ εὐκαταφρόνητος· δεῖται δὲ Θεοῦ συνεργείας καὶ τῆς ἡμετέρας σπουδῆς, ὡς ἐξ αὐτοῦ λαβεῖν τήν τε χρῆσιν καὶ τὴν κατάληψιν τῶν τε πρακτικῶν καὶ θεωρητικῶν· οὕτω γὰρ μηδὲν ἐνδοιάζων, ἐν ὅλῃ καρδίᾳ φυλάξω αὐτόν. Εἰ δὲ ἡ ἔρευνα δεῖται συνέσεως, πόσῳ μᾶλλον, ἵνα τις εὕρῃ, τὸ τέλος;