Ancient Greek · ~3 min
29 to 31
Origen, Selecta in Psalmos [Dub.] 29-2-31
Not analysed yet
Ἰδοὺ ἐπεθύμησα τὰς ἐντολάς σου, ἐν τῇ δικαιοσύνῃ σου ζῆσόν με, κ. τ. ἑ. Ἀμοιβὴν αἰτεῖ τὴν δικαίαν ζωὴν καὶ κατʼ ἀρετὴν, οὐ μόνον ὡς φυλάξας τὰς ἐντολὰς, ἀλλὰ καὶ ὡς ἐρωτικῶς περὶ αὐτὰς διακείμενος· καὶ οὐκ ἄλλου χάριν, ἀλλʼ αὐτὰς καὶ διʼ αὐτὰς ἐκτελῶν· καὶ ἐπεὶ δικαιοσύνη τοῦ Πατρὸς ὁ Υἱὸς, ὁ ἐν Υἱῷ ζῆσαι βουλόμενος τοῦτό φησι. Καὶ ἀποκριθήσομαι τοῖς ὀνειδίζουσί με λόγον, ὅτι ἥλπισα ἐπὶ τοὺς λόγους σου, κ. τ. ἑ. Ἐρῶ γὰρ, ὡς οὐκ ἄξιον ὀνειδίζεσθαι τὸν τοιαῦτα δόγματα ἔχοντα. Ἅτινα γελῶσιν οἱ τῆς πίστεως ἀλλότριοι ὡς μωρὰ, συνέσεως δὲ ἐγὼ ἀποδείξω καὶ σοφίας πεπληρωμένα. Ἀποκριθήσομαι δὲ λόγον, ἐπεὶ εἰς τοὺς λόγους σου ἐπήλπισα. Καὶ μὴ περιέλῃς ἐκ τοῦ στόματός μου λόγον ἀληθείας, κ. τ. ἑ. Καὶ μὴ περιέλῃς ἐκ τῆς καρδίας μου γνῶσιν ἀληθῆ.