Ancient Greek · ~2 min
ΕΚ ΤΩΝ ΩΡΙΓΕΝΟΥΣ ΕΙΣ ΨΑΛΜΟΥΣ.
Origen, Selecta in Psalmos [Dub.] 3
Not analysed yet
Εἰς πέντε βιβλία (18) διαιροῦσιν Ἐβραῖοτ τήν τῶν Ψαλμῶν βίβλον· ὧν τὸ μὲν πρῶτον· «Μακάριος ἀνὴρ ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν. »ἕως τῶν τελευταίων τοῦ τεσσαρακοστοῦ· τὸ δὲ δεύτερον· «Ὅν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος, »ἕως πρώτου ἑβδομηκοστοῦ· τὸ δὲ τρίτον· «Ὡς ἀγαθὸς τῷ Ἰσραὴλ ὁ Θεὸς τοῖς εὐθέσι τῇ καρδίᾳ, »ἕως πή· τὸ δὲ τέταρτον· «Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ,» ἕως τοῦ ρε΄· τὸ δὲ πέμπτον· «Ἐξομολογεῖσθε τῷ Κυρίῳ, »ἕως τῶν ἐσχάτων.