Ancient Greek · ~3 min
ΨΑΛΜΟΣ Ι.
Origen, Selecta in Psalmos [Dub.] 3-10
Not analysed yet
Κύριος ἐν ναῷ ἁγίῳ αὐτοῦ Κύριος, ἐν οὐρανῷ ὁ θρόνος αὐτοῦ. Οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν πένητα ἀποβλέπουσι, τὰ βλέφαρα αὐτοῦ ἐξετάζει τοὺς υἱοὺς τῶν ἀνθρώπων, κ. τ. ἑ. Οἰκεῖ Θεὸς (95) ἐν ἁγίᾳ καὶ οὐρανίῳ νοήσει, οὐρανίως βασιλεύων καὶ θεῖκῶς. Αἱ δὲ ἐποπτικαὶ αὐτοῦ δυνάμεις φρουροῦσι τὸν πένητα. Ὡς ἀγαθὸς δὲ βλεφάροις ἐξετάζει τὰ καθʼ ἡμᾶς, ἀλλʼ οὐκ ὀφθαλμοῖς, ὡς ἂν μὴ παρατηρούμενος αὐτῶν πάντα τὰ ἁμαρτήματα· τοῦτο γὰρ ἀνθρώποις ἀφόρητον. Ὀφθαλμοῖς δὲ βλέπει τὸν πένητα, δαψιλῆ τὴν εὐεργεσίαν ποιούμενος, κἄν εἷς ὁ πένης ὑπάρχῃ· τῶν δὲ πολλῶν τὰς κολάσεις συστέλλων, αἵ καὶ πολὺ τὸ κεκρυμμένον ἔχουσιν. Ἐν δὲ τῇ Θεοῦ ἐξετάσει παῤῥησία τῶν ἀγαθῶν γινομένων πολλή. «Τῷ βήματι »γὰρ «αὐτοῦ φανερωθῆναι πάντας δεῖ, ἵνα κομίσηται ἕκαστος τὰ ἵδια τοῦ σώματος, ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἵτε κακόν.