Ancient Greek · ~3 min
ΨΑΛΜΟΣ IΔ΄.
Origen, Selecta in Psalmos [Dub.] 3-12
Not analysed yet
Πορευόμενος ἄμωμος, καὶ ἐργαζόμενος δικαιοσύνην· λαλῶν ἀλήθειαν ἐν καρδᾳ αὐτοῦ, κ. τ. ἑ. Τὸ, «πορευόμενος (23) ἄμωμος,» ζηλώσεις νοήσας τὸ περὶ Ἀβραὰμ, καθάπερ ἐλάλησεν αὐτῷ Κύριος. Καὶ ἡμῖν γὰρ τὰ αὐτὰ ἐν ταῖς Γραφαῖς ἐλάλησεν ἁγίαις, καὶ ἐὰν νοήσαντες ποιήσωμεν, ἠκούσαμεν Θεοῦ, καὶ ἐπορεύθημεν καθάπερ ἐλάλησεν ἡμῖν. «Καὶ ἐργαζόμενος δικαιοσύνην. »Περικείμενος τούτῳ ἐρεῖς· Ἐργαζόμενος σωφροσύνην, ὁμοίως ἀνδρείαν, ὁμοίως φρόνησιν, ὁμοίως εὐσέβειαν, ὁμοίως σοφίαν, καὶ λοπὰς ἀρετάς. Τοῦτο δέ ἐστι καὶ τὸ ἐργάζεσθαι τὴν ἑαυτοῦ γῆν, ἐπὶ τῷ πλησθῆναι ἅρτων. Κάῖν δὲ, δέον ἐργάζεσθαι δικαιοσύνην, ἤ τινα τῶν ἀρετῶν, ἥ τὴν ἑαυτοῦ γῆν, ὅδε εἰργάζετο τὴν γῆν οὐ τὴν ἑαυτοῦ.