Ancient Greek · ~2 min
1 to 2
Origen, Selecta in Psalmos [Dub.] 1-15-2
Not analysed yet
Κόριε, τίς παροικήσει ἐν τῷ σκηνώματί σου καὶ τίς κατασκηνώσει ἐν τῷ ὅρει τῷ ἁγίῳ σου, κ. τ. ἑ. «Πολλὰ παρῴκησεν (21) ἡ ψυχή μου, »ἀλλαχοῦ λέγει, διδάσκων, ὅτι πολλά τις παροικεῖ, ἕως οὗ ἔλθῃ εἰς τὸ ἅγιον ὅρος τοῦ Θεοῦ. Τοῦ αὐτοῦ. Ὄρος ἅγιόν ἐστιν (22) ἡ γνῶσις τοῦ Χριστοῦ, ἥτις ἐστὶ θεωρία τῶν γεγονότων. Ὅρος ἅγιον τὴν Ἱερουσαλήμ φησιν. Οὕτω δὲ καὶ πυθόμενος δέχεται τὴν ἀπόκρισιν.