Ancient Greek · ~5 min
ΨΑΛΜΟΣ ΚΖ΄.
Origen, Selecta in Psalmos [Dub.] 3-22
Not analysed yet
Τοῦ αὐτὸ. Ἐμοὶ δοκεῖ διαφέρειν (24) εὐχὴ δεήσεως, καὶ δοκεῖ μοι ὁ Ἀπόστολος πλείονα ὀνόματα εἰς ταύτην τὴν διαφορὰν διαθίσθαι λέγων· «Παρακαλῶ πρῶτον πάντων ποιεῖσθαι δεήσεις, προσευχὰς. ἐντεύξεις, εὐχαριστίας,» μείζονα λέγων ὡς ἐμοὶ δοκεῖ τῆς δεήσεως τὴν προσευχὴν, καὶ τούτων τὴν ἔντευξιν, πάντων δὲ τὴν εὐχαριστίαν. Εἴποιμʼ ἂν οὖν, ὅτι τοῦ ἔτι ἐνδεοῦς, καὶ οἶς ἕτι ἐνδεῖ τινα, τούτων ἐστὶν ἡ δέησις. υτε δὲ τὸ ἀξίωμα τοῦ Θεοῦ νοήσας αἰτῶ τι παρὰ τοῦ Θεοῦ, τότε προσεύχομαι· ὅταν δὲ φίλος ἐπὶ πλεῖον γένωμαι, τότε εὐχαριστῶ τῷ Θεῷ. Ἐν τῷ αἴρειν με χεῖρας πρὸς ναὸν ἅγιόν σου. »Πολλάκις ἐλέγομεν περὶ τῆς ἐπάρσεως τῶν χειρῶν. Ἐπῆρε Μωῦσῆς τὰς χεἵρας, καὶ κατίσχυσεν ὁ Ἰσραήλ. ὅτε δὲ καθῆκε τὰς χεῖρας, κατίσχυσεν ὁ Ἀμαλήκ· καὶ, «Ἐπαίροντες ὁσίους χεἴρας χωρὶς ὀργῆς καὶ διαλογισμοῦ »καὶ, «Ἕπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή.» Εἴποιμι ἄν οὖν, ὅτι αἱ χεῖρες ἡμῶν εἰσιν αἱ κατὰ θεοσέβειαν πράξεις. Ἐὰν θησαυρίζωμεν ἐν οὐρανοῖς, ἔχομεν τὰς χεῖρας ἐπηρμένας πρὸς τὸν Οεὸν, καὶ νικῶμεν τὸν ἐχθρόν· ὅταν δὲ ἡμῶναἱ χεῖρες κάτω γένωνται, ἀνάγκη ἡμᾶς νικᾶσθαι. Ὅταν οὖν ἐπαίρω τὰς χεῖράς μου πρὸς τὸν Θεὸν, καὶ διὰ τῶν χειρῶν τῆς ψυχῆς ὑψῶμαι πρὸς αὐτὸν, νικᾶται ὑπʼ ἐμοῦ ὁ Ἀμαλὴκ, καὶ οὐδαμοῦ ἐστιν. Οὐκοῦν δεῖ ἐπαίρειν χεῖρας πρὸς ναὸν ἅγιον τοῦ Θεοῦ. Ὁ ναὸς δὲ τοῦ Θεοῦ δόξα ἐστὶ τοῦ Θεοῦ.