Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ ΚΖ΄.
Origen, Selecta in Psalmos [Dub.] 4-25
Not analysed yet
Μὴ συνελκύσῃς με μετὰ ἁμαρτωλῶν, καὶ μετὰ ἔργαίομένων ἀδικίαν μὴ συναπολέσῃς με, κ. τ. ἐ. Εἰ ἐφʼ ἡμῖν (25) ἑκάτερον, τί τῶν ἀγαθῶν Θεῷ τὴν αῖτίαν ἀνέθηκεν; Ἀλλʼ ὅτι ὅτε συνέλκει πρὸς τοὺς τοιούτους Θεὸς τὸν σῶσαι δυνάμενον; Τοιγαροῦν τελωνῶν φίλος ἤκουσεν ὁ Σωτὴρ, μηδὲν ἐξ ἐκείνων σλαπτόμενος. Τοιαύτην οὖν ἕξιν ἀναλαβεῖν αἰτεἲ. Ἴσως δὲ τοὺς πάνυ ἁμαρτωλοὺς παραιτεῖται, ὁποίους πάγει τοὺς ὅ μὴ φρονοῦσι λαλοῦντας. Εὶ γὰρ καὶ ετὰ πόρνης γέγονεν ὁ Σωτὴρ, ἀλλʼ ᾀδούσης εἰρηνικὰ εαὶ τἀναντία λογιζομένης.