Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ Μ΄.
Origen, Selecta in Psalmos [Dub.] 3-29
Not analysed yet
Οἱ ἐχθροί μου εἶπαν κακά μοι, κ. τ. ἑ. Οἱ ἀόρατοι (83) τοῦ Σωτῆρος ἡμῶν ἐχθροὶ ἠθέλησαν αὺτὸν ἀποθανεῖν, ὡς ἵνα σβέσωσι τὴν δόξαν τοῦ ὀνόματος αὐτοῦ· ἀλλὰ πρὸς τῷ μὴ ἀπολέσθαι καὶ κάμψει ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται. Εἴποις δὲ αὐτὸν καὶ ὑπὲρ τῶν αὐτοῦ μαθητῶν ποιήσασθαι τὴν εὐχὴν, οὕς ὥσπερ ψυχὴν αὐτοῦ τυγχάνοντας νοσῆσαι κατʼ ἐκεῖνον συνέβη τὸν καιρὸν καὶ ἡμαρτηκέναι, ὅτε πάντες καταλιπόντες αὐτὸν ᾤχοντο, Πέτρος δὲ καὶ τρίτον ἠρνήσατο.