Ancient Greek · ~3 min
ΨΑΛΜΟΣ Μ΄.
Origen, Selecta in Psalmos [Dub.] 4-30
Not analysed yet
Καὶ εἰ εἰσεπορεύετο τοῦ ἰδεῖν, μάτην ἐλάλει, κ. τ. ἑ. Οἱ ἀφανεῖς (86) καὶ λὀρώμενοι ἐχθροὶ Χριστοῦ θάνατον αὐτῷ κατεσκεύαζον. Ὁ δὲ Ἰούδας εἰσεπορεύετο μὲν τοῦ ἰδεἴν τὰ γινόμενα, καὶ λεγόμενα ἐν παραβολαῖς, ἐλάλει δὲ μάτην, ἅτε μὴ χωρῶν αὐτὰ νοῆσαι, διὰ τὴν τυφλώττουσαν αὐτὸν κακίαν. Ἁρμόζει δὲ τὸ ῥητὸν καὶ πᾶσι τοῖς ἀπόῤῥητα ἐπαγγελλομένοις τοῖς ἑτεροδόξοις. Ἤ ἔξω τοῦ Σωτῆρος καὶ τῆς τῶν ἀποστόλων καταστάσεως ἤδη γενόμενος μάτην ἐλάλει, διδάσκαλον προσαγορεύων τὸν Κύριον, τῆς καρδίας αὐτοῦ ἀνομίας συναγαγούσης. Οὗτος δὲ καὶ ἐκπορευόμενος, τουτέστιν ἔξω τῆς Ἰησοῦ μαθητείας γινόμενος, ἐλάλει ἐπὶ τὸ αὐτὸ τοῖς Φαρισαίοις κατὰ τοῦ Σωτῆρος, καὶ λάθρα τὴν προδοσίαν ἐκινοῦτο. Ἀλλὰ καὶ τοῦ πονηρὰ διαλογιζομένου, καὶ τοῦ ἐπινοοῦντος τὰ αἱρετικὰ ἡ καρδία συνάγει ἀνομίαν αὐτῷ· ὅστις κἂν λάβῃ, ἐκπορεύεται ἔξω. Περὶ ὧν εἴρηται· «Τοῖς δὲ ἔξω ἐν παραβολαῖς· καὶ, Τοὺς ἔξωθεν ὁ Θεὸς κρίνει.