Ancient Greek · ~4 min
ΨΑΛΜΟΣ. Β΄.
Origen, Selecta in Psalmos [Dub.] 3-3
Not analysed yet
Διαῤῥήξωμεν τοὺς δεσμοὺς αὐτῶν, κ. τ. ἑ. Δοκεῖ μοι (72) τοὺς συγκαταβάντας τῷ Σωτῆρι ἀγγέλους ἀγανακτοῦντας ἐπὶ τῇ κατʼ αὐτοῦ ἐπιβουλῇ βασιλέων καὶ ἀρχόντων τῶν ἀοράτων εἰρηκέναι τοὺς τέσσαρας πρώτους στίχους, ἅμα καὶ ἐπαποροῦντας τί δήποτε ταῦτα γίνεται. Εἶτʼ ἐπείπερ αὐτοὶ ἦσαν οἱ τοὺς ἀνθρώπους δήσαντες, καὶ τὸν ἑαυτῶν ἐπιθέντες αὐτοῖς ζυγὸν, ἀποκρίνεται πρὸς τοὺς ἀγγέλους ὁ Υἱὸς τοῦ Θεοῦ, προτρέπων αὐτοὺς ἐπὶ τὸ μιμήσασθαι αὐτὸν ῥηγνύντα τοὺς δεσμοὺς τῶν ἁμαρτωλῶν, καὶ ἀποῤῥιπτοῦντα τὸν ζυγὸν αὐτῶν. Διαῤῥήξωμεν καὶ ἡμεῖς τοὺς δεσμοὺς οἷς ἐδέθημεν ἁμαρτάνοντες, ὅτι σειραῖς τῶν ἑαυτοῦ ἁμαρτιῶν ἕκαστος σφίγγεται. Καὶ τάχα κρεῖττον τὸ δια ῤῥῆξαι τοὺς δεσμοὺς, ὡς Σαμψὼν, τοῦ λῦσαι αὐτοὺς, ὡς λέλυται τῆς Ἰερουσαλὴμ ἡ ἁμαρτία· ὅττι ἐδέξατο ἐκ χειρὸς Κυρίου διπλᾶ τὰ ἁμαρτήματα αὐτῆς. Ὁ δὲ ἀποῤῥίψας ἀφʼ ἑαυτοῦ τὸν προειρημένον ζυγὸν δύναται χρηστὸν Ἰησοῦ ζυγὸν ἆραι, καὶ φέρειν τὸ ἐλαφρὸν αὐτοῦ φορτίον, καὶ γενέσθαι ὑποζύγιον αὐτοῦ· καὶ λύσουσι τὸν δεσμὸν αὐτοῦ οἱ μαθηταί.