Ancient Greek · ~3 min
ΨΑΛΜΟΣ. Β΄.
Origen, Selecta in Psalmos [Dub.] 4-3
Not analysed yet
Τότε λαλήσει πρός αὐτοὺς ἐν ὀργῇ αὐτοῦ, καὶ ἐν τῷ θυμῷ αὐτοῦ ταράξει αὐτούς, κ. τ. ἑ. Οἱ λόγοι τῶν ἀπειλῶν (73), λόγοι εἰσὶν ἐν ὀργῇ ἀπαγγελλόμενοι. Ὑπισχνεῖται δὲ ὁ Θεὸς μετανοήσειν ἀπὸ τῶν κακῶν ὧν λαλεῖ τοῦ ποιῆσαι, ἐὰν μετανοήσωσιν οἱ ἀκούοντες. Ἐλάλησε δὲ ἐν ὀργῇ αὐτοῦ διὰ Ἰωνᾶ ὁ Θεὸς τοῖς Νινευΐταις· καὶ ἐπεὶ ἐν σάκκῳ καὶ σποδῷ μετενόησαν, οὐδὲν πεπόνθασιν ὧν ἀκηκόασι. Προεγίνωσκέ τε ὁ Θεὸς, πέμπων τὸν Ἰωνᾶν, τὴν ἐσομένην μετάνοιαν· ἐπὶ σωτηρίᾳ δηλονότι αὐτὸν ἔπεμπε τὸν Ἰωνᾶν. Τάχα δὲ καὶ ἐνθάδε ἐπὶ σωτηρίᾳ λαλήσει πρὸς αὐτοὺς τοὺς ἁμαρτάνοντας, ἐν ὀργῇ αὐτοῦ. Οὐ γὰρ εἶπε· Κολάσει αὐτοὺς ἐν ὀργῇ αὐτοῦ καὶ μὴν μετανοήσαντας.